Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.187 Joseph. BJ 1.191 (English) >>Joseph. BJ 1.195

1.189καὶ θαρρῶν ἤδη Μιθριδάτης τῇ προσγενομένῃ διʼ Ἀντίπατρον ἰσχύι πρὸς τὸ Πηλούσιον ἐξελαύνει κωλυόμενός τε διελθεῖν ἐπολιόρκει τὴν πόλιν. γίνεται δὲ κἀν τῇ προσβολῇ διασημότατος Ἀντίπατρος· τὸ γὰρ κατʼ αὐτὸν μέρος τοῦ τείχους διαρρήξας πρῶτος εἰσεπήδησεν εἰς τὴν πόλιν μετὰ τῶν σὺν αὐτῷ. 1.190

Καὶ τὸ Πηλούσιον μὲν ἑάλω, πρόσω δʼ αὐτὸν ἰόντα εἶργον αὖθις οἱ τὴν Ὀνίου προσαγορευομένην χώραν κατέχοντες· ἦσαν δὲ Ἰουδαῖοι Αἰγύπτιοι. τούτους Ἀντίπατρος οὐ μόνον μὴ κωλύειν ἔπεισεν, ἀλλὰ καὶ τὰ ἐπιτήδεια τῇ δυνάμει παρασχεῖν· ὅθεν οὐδὲ οἱ κατὰ Μέμφιν ἔτι εἰς χεῖρας ἦλθον, ἑκούσιοι δὲ προσέθεντο Μιθριδάτῃ. 1.191κἀκεῖνος ἤδη τὸ Δέλτα περιελθὼν συνέβαλλεν τοῖς λοιποῖς Αἰγυπτίοις εἰς μάχην κατὰ χῶρον, ὃς Ἰουδαίων στρατόπεδον καλεῖται. κινδυνεύοντα δʼ αὐτὸν ἐν τῇ παρατάξει σὺν ὅλῳ τῷ δεξιῷ κέρατι ῥύεται περιελθὼν Ἀντίπατρος παρὰ τὸν αἰγιαλὸν τοῦ ποταμοῦ· 1.192τῶν γὰρ καθʼ ἑαυτὸν ἐκράτει τὸ λαιὸν ἔχων κέρας· ἔπειτα προσπεσὼν τοῖς διώκουσι Μιθριδάτην ἀπέκτεινεν πολλοὺς καὶ μέχρι τοσούτου τοὺς καταλειπομένους ἐδίωξεν ὡς καὶ τὸ στρατόπεδον αὐτῶν ἑλεῖν. ὀγδοήκοντα δὲ μόνους τῶν ἰδίων ἀπέβαλεν, καὶ Μιθριδάτης ἐν τῇ τροπῇ περὶ ὀκτακοσίους. σωθεὶς δʼ αὐτὸς παρʼ ἐλπίδα μάρτυς ἀβάσκανος γίνεται πρὸς Καίσαρα τῶν Ἀντιπάτρου κατορθωμάτων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.187 Joseph. BJ 1.191 (English) >>Joseph. BJ 1.195

Powered by PhiloLogic